Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.157 Joseph. AJ 19.162 (English) >>Joseph. AJ 19.167

19.160καὶ προύθεσαν δὲ καὶ οἱ ὕπατοι διάγραμμα Γαΐου μὲν κατηγορίας ποιούμενοι, κελεύοντες δὲ τῷ τε δήμῳ καὶ τοῖς στρατιώταις ἐπὶ τὰ αὐτῶν ἀπιέναι, τῷ μὲν δήμῳ πολλὴν ἀνέσεως ἐπαγγελλόμενοι ἐλπίδα, τῷ στρατιωτικῷ δὲ τιμῶν, εἰ ἐν κόσμῳ μείνειαν τῷ εἰωθότι μηδὲν ὑβρίζειν ἐξαγόμενοι· δέος γὰρ ἦν, μὴ ἐξαγριωσάντων ἀπολαύσειεν τοῦ κακοῦ πόλις καθʼ ἁρπαγὰς αὐτῶν καὶ συλήσεις τῶν ἱερῶν τρεπομένων. 19.161ἐφθάκει δὲ ἤδη τῶν βουλευτῶν τὸ πᾶν πλῆθος συνειλεγμένον καὶ μάλιστα οἱ εἰς τοῦ Γαΐου συνελθόντες τὸν φόνον θράσει τε ἤδη χρώμενοι κἀν καταφρονήματι μεγάλῳ ὄντες ὡς εἰς αὐτοὺς ἀνακειμένων δὴ τῶν πραγμάτων. 19.162

Ἐν τούτῳ δὴ ὄντων τῶν πραγμάτων αἰφνίδιον ἁρπάζεται Κλαύδιος ἐκ τῆς οἰκίας· οἱ γὰρ στρατιῶται συνόδου γενομένης αὐτοῖς, ἀλλήλοις καὶ αὑτοῖς λόγον δόντες περὶ τοῖς ποιητέοις ἑώρων δημοκρατίαν ἀδύνατόν τε ὂν ἐν κράτει τοσῶνδε ἄν ποτε γενέσθαι πραγμάτων ἐξικομένην τε οὐκ ἐπʼ ἀγαθῷ τῷ αὐτῶν κτήσασθαι τὴν ἀρχήν, 19.163εἴ τέ τις τῶν κατὰ ἕνα σχήσοι τὴν ἡγεμονίαν, εἰς πάντα λυπηρὸν αὐτοῖς εἶναι μὴ οὐ συνεργοῖς τῆς ἀρχῆς καταστᾶσιν. 19.164καλῶς οὖν ἔχειν ἀκρίτων ἔτι ὄντων τῶν πραγμάτων ἡγεμόνα αἱρεῖσθαι Κλαύδιον, πάτρωά τε ὄντα τοῦ τεθνεῶτος καὶ τῶν εἰς τὴν βουλὴν συλλεγομένων οὐδενὸς οὗτινος οὐκ ἀξιολογώτερον προγόνων τε ἀρετῇ καὶ τῷ κατʼ αὐτὸν παιδείαν μεμελετηκότι,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.157 Joseph. AJ 19.162 (English) >>Joseph. AJ 19.167

Powered by PhiloLogic